Επιτάφιος Θρήνος -Εγκώμια Στάση Τρίτη - Αἱ γενεαὶ πᾶσαι



Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ Ταφῇ σου, προσφέρουσι Χριστέ μου.
Καθελὼν τοῦ ξύλου, ὁ Ἀριμαθαίας, ἐν ταφῶ σε κηδεύει.
Μυροφόροι ἦλθον, μύρα σοι Χριστέ μου, κομίζουσαι προφρόνως.
Δεῦρο πᾶσα κτίσις, ὕμνους ἐξοδίους, προσοίσωμεν τῷ Κτίστῃ.
Ὡς νεκρὸν τὸν ζῶντα, σὺν Μυροφόροις πάντες, μυρίσωμεν ἐμφρόνως.
Ἰωσὴφ τρισμάκαρ, κήδευσον τὸ σῶμα, Χριστοῦ τοῦ ζωοδότου.
Οὕς ἔθρεψε τὸ μάννα, ἐκίνησαν τὴν πτέρναν, κατὰ τοῦ Εὐεργέτου.
Οὕς ἔθρεψε τὸ μάννα, φέρουσι τῷ Σωτῆρι, χολὴν ἅμα καὶ ὄξος.
Ὢ τῆς παραφροσύνης, καὶ τῆς Χριστοκτονίας, τῆς τῶν προφητοκτόνων!
Ὡς ἄφρων ὑπηρέτης, προδέδωκεν ὁ μύστης, τὴν ἄβυσσον σοφίας.
Τὸν ῥύστην ὁ πωλήσας, αἰχμάλωτος κατέστη, ὁ δόλιος Ἰούδας.
Κατὰ τὸν Σολομῶντα, βόθρος βαθὺς τὸ στόμα, Ἑβραίων παρανόμων.
Ἑβραίων παρανόμων, ἐν σκολιαῖς πορείαις, τρίβολοι καὶ παγίδες.
Ἰωσὴφ κηδεύει, σὺν τῷ Νικοδήμω, νεκροπρεπῶς τὸν Κτίστην.
Ζωοδότα Σῶτερ, δόξα σου τῷ κράτει, τὸν ᾅδην καθελόντι.
Ὕπτιον ὁρῶσα, ἡ Πάναγνός σε Λόγε, μητροπρεπῶς ἐθρήνει.
Ὢ γλυκύ μου ἔαρ, γλυκύτατόν μου Τέκνον, ποῦ ἔδυ σου τὸ κάλλος;
Θρῆνον συνεκίνει, ἡ πάναγνός σου Μήτηρ, σοῦ Λόγε νεκρωθέντος.
Γύναια σὺν μύροις, ἥκουσι μυρίσαι, Χριστὸν τὸ θεῖον μύρον.
Θάνατον θανάτῳ, σὺ θανατοῖς Θεέ μου, θείᾳ σου δυναστείᾳ.
Πεπλάνηται ὁ πλάνος, ὁ πλανηθεὶς λυτροῦται, σοφίᾳ σῇ Θεέ μου.
Πρὸς τὸν πυθμένα ᾅδου, κατήχθη ὁ προδότης, διαφθορᾶς εἰς φρέαρ.
Τρίβολοι καὶ παγίδες, ὁδοὶ τοῦ τρισαθλίου, παράφρονος Ἰούδα.
Συναπολοῦνται πάντες, οἱ σταυρωταί σου Λόγε, Υἱὲ Θεοῦ παντάναξ.
Διαφθορᾶς εἰς φρέαρ, συναπολοῦνται πάντες, οἱ ἄνδρες τῶν αἱμάτων.
Υἱὲ Θεοῦ παντάναξ, Θεέ μου πλαστουργέ μου, πῶς πάθος κατεδέξω;
Ἡ δάμαλις τὸν μόσχον, ἐν Ξύλῳ κρεμασθέντα, ἠλάλαζεν ὁρῶσα.
Σῶμα τὸ ζωηφόρον, ὁ Ἰωσὴφ κηδεύει, μετὰ τοῦ Νικοδήμου.
Ἀνέκραζεν ἡ Κόρη, θερμῶς δακρυῤῥοοῦσα, τὰ σπλάγχνα κεντουμένη.
Ὦ φῶς τῶν ὀφθαλμῶν μου, γλυκύτατόν μου Τέκνον, πῶς τάφῳ νῦν καλύπτῃ;
Τὸν Ἀδὰμ καὶ Εὔαν, ἐλευθερῶσαι, Μῆτερ, μὴ θρήνει, ταῦτα πάσχω.
Δοξάζω σου Υἱέ μου, τὴν ἄκραν εὐσπλαγχνίαν, ἧς χάριν ταῦτα πάσχεις.
Ὄξος ἐποτίσθης, καὶ χολὴν οἰκτίρμων, τὴν πάλαι λύων γεῦσιν.
Ἰκρίω προσεπάγης, ὁ πάλαι τὸν λαόν σου, στύλῳ νεφέλης σκέπων.
Αἱ Μυροφόροι Σῶτερ, τῷ τάφῳ προσελθοῦσαι, προσέφερόν σοι μύρα.
Ἀνάστηθι, οἰκτίρμον, ἡμᾶς ἐκ τῶν βαράθρων, ἐξανιστῶν τοῦ ᾅδου.
Ἀνάστα Ζωοδότα, ἥ σε τεκοῦσα Μήτηρ, δακρυῤῥοοῦσα λέγει.
Σπεῦσον ἐξαναστῆναι, τὴν λύπην λύων Λόγε, τῆς Σε ἁγνῶς Τεκούσης.
Οὐράνιαι Δυνάμεις, ἐξέστησαν τῷ φόβῳ, νεκρόν σε καθορώσαι.
Τοῖς ποθῶ τε καὶ φόβῳ, τὰ πάθη σου τιμῶσι, πταισμάτων δίδου λύσιν.
Ὢ φρικτὸν καὶ ξένον, θέαμα Θεοῦ Λόγε! πῶς γῆ σε συγκαλύπτει;
Φέρων πάλαι φεύγει, Σῶτερ Ἰωσήφ σε, καὶ νῦν σε ἄλλος θάπτει.
Κλαίει καὶ θρηνεῖ σε, ἡ πάναγνός σου Μήτηρ, Σωτήρ μου νεκρωθέντα.
Φρίττουσιν οἱ νόες, τὴν ξένην καὶ φρικτήν σου, Ταφὴν τοῦ πάντων Κτίστου.
Ἔῤῥαναν τὸν τάφον, αἱ Μυροφόροι μύρα, λίαν πρωὶ ἐλθοῦσαι.
Ἀρώματα καὶ μύρα, μαθήτριαι γυναῖκες, προσφέρουσι τῷ Τάφῳ.
Τὸ «χαίρετε» δ’ ἐκεῖναι, ἀκούουσιν εὐθέως, εἰς ἀμοιβὴν τῶν δώρων.
Τὰ δάκρυα ὡς μύρα, τῇ σῇ Ταφῇ προσφέρειν, ἀξίωςόν με Σῶτερ.
Εἰρήνην Ἐκκλησία, λαῷ σου σωτηρίαν, δώρησαι σῆ Ἐγέρσει.
Δόξα...
Ὦ Τριὰς Θεέ μου, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τὸν Κόσμον.
Καὶ νῦν...
Ἰδεῖν τὴν τοῦ Υἱοῦ σου, Ἀνάστασιν Παρθένε, ἀξίωσον σοὺς δούλους.
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ Ταφῇ σου, προσφέρουσι Χριστέ μου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου